Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 10

μυι̃αι θανατου̃σαι σαπριου̃σιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης
καρδία σοφου̃ εἰς δεξιὸν αὐτου̃ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτου̃
καί γε ἐν ὁδω̨̃ ὅταν ἄφρων πορεύηται καρδία αὐτου̃ ὑστερήσει καὶ ἃ λογιει̃ται πάντα ἀφροσύνη ἐστίν
ἐὰν πνευ̃μα του̃ ἐξουσιάζοντος ἀναβη̨̃ ἐπὶ σέ τόπον σου μὴ ἀφη̨̃ς ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας
ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον ὡς ἀκούσιον ὃ ἐξη̃λθεν ἀπὸ προσώπου του̃ ἐξουσιάζοντος
ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις καὶ πλούσιοι ἐν ταπεινω̨̃ καθήσονται
εἰ̃δον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τη̃ς γη̃ς
ὁ ὀρύσσων βόθρον ἐν αὐτω̨̃ ἐμπεσει̃ται καὶ καθαιρου̃ντα φραγμόν δήξεται αὐτὸν ὄφις
ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοι̃ς σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοι̃ς
10 ἐὰν ἐκπέση̨ τὸ σιδήριον καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία του̃ ἀνδρείου σοφία
11 ἐὰν δάκη̨ ὁ ὄφις ἐν οὐ ψιθυρισμω̨̃ καὶ οὐκ ἔστιν περισσεία τω̨̃ ἐπά̨δοντι
12 λόγοι στόματος σοφου̃ χάρις καὶ χείλη ἄφρονος καταποντιου̃σιν αὐτόν
13 ἀρχὴ λόγων στόματος αὐτου̃ ἀφροσόνη καὶ ἐσχάτη στόματος αὐτου̃ περιφέρεια πονηρά
14 καὶ ὁ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτου̃ τίς ἀναγγελει̃ αὐτω̨̃
15 μόχθος τω̃ν ἀφρόνων κοπώσει αὐτούς ὃς οὐκ ἔγνω του̃ πορευθη̃ναι εἰς πόλιν
16 οὐαί σοι πόλις ἡ̃ς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωία̨ ἐσθίουσιν
17 μακαρία σύ γη̃ ἡ̃ς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται
18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις καὶ ἐν ἀργία̨ χειρω̃ν στάξει ἡ οἰκία
19 εἰς γέλωτα ποιου̃σιν ἄρτον καὶ οἰ̃νος εὐφραίνει ζω̃ντας καὶ του̃ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα
20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράση̨ καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράση̨ πλούσιον ὅτι πετεινὸν του̃ οὐρανου̃ ἀποίσει σὺν τὴν φωνήν καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελει̃ λόγον
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).