Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 12

καὶ μνήσθητι του̃ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τη̃ς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἱ̃ς ἐρει̃ς οὐκ ἔστιν μοι ἐν αὐτοι̃ς θέλημα
ἕως οὑ̃ μὴ σκοτισθη̨̃ ὁ ἥλιος καὶ τὸ φω̃ς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω του̃ ὑετου̃
ἐν ἡμέρα̨ ἡ̨̃ ἐὰν σαλευθω̃σιν φύλακες τη̃ς οἰκίας καὶ διαστραφω̃σιν ἄνδρες τη̃ς δυνάμεως καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ται̃ς ὀπαι̃ς
καὶ κλείσουσιν θύρας ἐν ἀγορα̨̃ ἐν ἀσθενεία̨ φωνη̃ς τη̃ς ἀληθούσης καὶ ἀναστήσεται εἰς φωνὴν του̃ στρουθίου καὶ ταπεινωθήσονται πα̃σαι αἱ θυγατέρες του̃ ἄ̨σματος
καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβοι ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀνθήση̨ τὸ ἀμύγδαλον καὶ παχυνθη̨̃ ἡ ἀκρίς καὶ διασκεδασθη̨̃ ἡ κάππαρις ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἰ̃κον αἰω̃νος αὐτου̃ καὶ ἐκύκλωσαν ἐν ἀγορα̨̃ οἱ κοπτόμενοι
ἕως ὅτου μὴ ἀνατραπη̨̃ σχοινίον του̃ ἀργυρίου καὶ συνθλιβη̨̃ ἀνθέμιον του̃ χρυσίου καὶ συντριβη̨̃ ὑδρία ἐπὶ τὴν πηγήν καὶ συντροχάση̨ ὁ τροχὸς ἐπὶ τὸν λάκκον
καὶ ἐπιστρέψη̨ ὁ χου̃ς ἐπὶ τὴν γη̃ν ὡς ἠ̃ν καὶ τὸ πνευ̃μα ἐπιστρέψη̨ πρὸς τὸν θεόν ὃς ἔδωκεν αὐτό
ματαιότης ματαιοτήτων εἰ̃πεν ὁ 'Εκκλησιαστής τὰ πάντα ματαιότης
καὶ περισσὸν ὅτι ἐγένετο 'Εκκλησιαστὴς σοφός ἔτι ἐδίδαξεν γνω̃σιν σὺν τὸν λαόν καὶ οὐ̃ς ἐξιχνιάσεται κόσμιον παραβολω̃ν
10 πολλὰ ἐζήτησεν 'Εκκλησιαστὴς του̃ εὑρει̃ν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος λόγους ἀληθείας
11 λόγοι σοφω̃ν ὡς τὰ βούκεντρα καὶ ὡς ἡ̃λοι πεφυτευμένοι οἳ παρὰ τω̃ν συναγμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτω̃ν
12 υἱέ μου φύλαξαι ποιη̃σαι βιβλία πολλά οὐκ ἔστιν περασμός καὶ μελέτη πολλὴ κόπωσις σαρκός
13 τέλος λόγου τὸ πα̃ν ἀκούεται τὸν θεὸν φοβου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ φύλασσε ὅτι του̃το πα̃ς ὁ ἄνθρωπος
14 ὅτι σὺν πα̃ν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένω̨ ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).