Bible-Centre

Lecture en trois ans a la date 27 juillet 2024

Septuagint (gr)

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 6

ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον
ἀνήρ ὡ̨̃ δώσει αὐτω̨̃ ὁ θεὸς πλου̃τον καὶ ὑπάρχοντα καὶ δόξαν καὶ οὐκ ἔστιν ὑστερω̃ν τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀπὸ πάντων ὡ̃ν ἐπιθυμήσει καὶ οὐκ ἐξουσιάσει αὐτω̨̃ ὁ θεὸς του̃ φαγει̃ν ἀπ' αὐτου̃ ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν του̃το ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν
ἐὰν γεννήση̨ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται καὶ πλη̃θος ὅ τι ἔσονται ἡμέραι ἐτω̃ν αὐτου̃ καὶ ψυχὴ αὐτου̃ οὐκ ἐμπλησθήσεται ἀπὸ τη̃ς ἀγαθωσύνης καί γε ταφὴ οὐκ ἐγένετο αὐτω̨̃ εἰ̃πα ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα
ὅτι ἐν ματαιότητι ἠ̃λθεν καὶ ἐν σκότει πορεύεται καὶ ἐν σκότει ὄνομα αὐτου̃ καλυφθήσεται
καί γε ἥλιον οὐκ εἰ̃δεν καὶ οὐκ ἔγνω ἀνάπαυσις τούτω̨ ὑπὲρ του̃τον
καὶ εἰ ἔζησεν χιλίων ἐτω̃ν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἰ̃δεν μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται
πα̃ς μόχθος του̃ ἀνθρώπου εἰς στόμα αὐτου̃ καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται
ὅτι τίς περισσεία τω̨̃ σοφω̨̃ ὑπὲρ τὸν ἄφρονα διότι ὁ πένης οἰ̃δεν πορευθη̃ναι κατέναντι τη̃ς ζωη̃ς
ἀγαθὸν ὅραμα ὀφθαλμω̃ν ὑπὲρ πορευόμενον ψυχη̨̃ καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος
10 εἴ τι ἐγένετο ἤδη κέκληται ὄνομα αὐτου̃ καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος καὶ οὐ δυνήσεται του̃ κριθη̃ναι μετὰ του̃ ἰσχυρου̃ ὑπὲρ αὐτόν
11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα τί περισσὸν τω̨̃ ἀνθρώπω̨
12 ὅτι τίς οἰ̃δεν τί ἀγαθὸν τω̨̃ ἀνθρώπω̨ ἐν τη̨̃ ζωη̨̃ ἀριθμὸν ἡμερω̃ν ζωη̃ς ματαιότητος αὐτου̃ καὶ ἐποίησεν αὐτὰς ἐν σκια̨̃ ὅτι τίς ἀπαγγελει̃ τω̨̃ ἀνθρώπω̨ τί ἔσται ὀπίσω αὐτου̃ ὑπὸ τὸν ἥλιον
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).