Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 7

ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα του̃ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτου̃
ἀγαθὸν πορευθη̃ναι εἰς οἰ̃κον πένθους ἢ ὅτι πορευθη̃ναι εἰς οἰ̃κον πότου καθότι του̃το τέλος παντὸς του̃ ἀνθρώπου καὶ ὁ ζω̃ν δώσει εἰς καρδίαν αὐτου̃
ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα ὅτι ἐν κακία̨ προσώπου ἀγαθυνθήσεται καρδία
καρδία σοφω̃ν ἐν οἴκω̨ πένθους καὶ καρδία ἀφρόνων ἐν οἴκω̨ εὐφροσύνης
ἀγαθὸν τὸ ἀκου̃σαι ἐπιτίμησιν σοφου̃ ὑπὲρ ἄνδρα ἀκούοντα ἀ̨̃σμα ἀφρόνων
ὅτι ὡς φωνὴ τω̃ν ἀκανθω̃ν ὑπὸ τὸν λέβητα οὕτως γέλως τω̃ν ἀφρόνων καί γε του̃το ματαιότης
ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτου̃
ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτου̃ ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι
μὴ σπεύση̨ς ἐν πνεύματί σου του̃ θυμου̃σθαι ὅτι θυμὸς ἐν κόλπω̨ ἀφρόνων ἀναπαύσεται
10 μὴ εἴπη̨ς τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἠ̃σαν ἀγαθαὶ ὑπὲρ ταύτας ὅτι οὐκ ἐν σοφία̨ ἐπηρώτησας περὶ τούτου
11 ἀγαθὴ σοφία μετὰ κληροδοσίας καὶ περισσεία τοι̃ς θεωρου̃σιν τὸν ἥλιον
12 ὅτι ἐν σκια̨̃ αὐτη̃ς ἡ σοφία ὡς σκιὰ του̃ ἀργυρίου καὶ περισσεία γνώσεως τη̃ς σοφίας ζωοποιήσει τὸν παρ' αὐτη̃ς
13 ἰδὲ τὰ ποιήματα του̃ θεου̃ ὅτι τίς δυνήσεται του̃ κοσμη̃σαι ὃν ἂν ὁ θεὸς διαστρέψη̨ αὐτόν
14 ἐν ἡμέρα̨ ἀγαθωσύνης ζη̃θι ἐν ἀγαθω̨̃ καὶ ἐν ἡμέρα̨ κακίας ἰδέ καί γε σὺν του̃το σύμφωνον τούτω̨ ἐποίησεν ὁ θεὸς περὶ λαλια̃ς ἵνα μὴ εὕρη̨ ὁ ἄνθρωπος ὀπίσω αὐτου̃ μηδέν
15 σὺν τὰ πάντα εἰ̃δον ἐν ἡμέραις ματαιότητός μου ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίω̨ αὐτου̃ καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακία̨ αὐτου̃
16 μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά μήποτε ἐκπλαγη̨̃ς
17 μὴ ἀσεβήση̨ς πολὺ καὶ μὴ γίνου σκληρός ἵνα μὴ ἀποθάνη̨ς ἐν οὐ καιρω̨̃ σου
18 ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτω̨ καί γε ἀπὸ τούτου μὴ ἀνη̨̃ς τὴν χει̃ρά σου ὅτι φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα
19 ἡ σοφία βοηθήσει τω̨̃ σοφω̨̃ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τη̨̃ πόλει
20 ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τη̨̃ γη̨̃ ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται
21 καί γε εἰς πάντας τοὺς λόγους οὓς λαλήσουσιν μὴ θη̨̃ς καρδίαν σου ὅπως μὴ ἀκούση̨ς του̃ δούλου σου καταρωμένου σε
22 ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου ὅπως καί γε σὺ κατηράσω ἑτέρους
23 πάντα ταυ̃τα ἐπείρασα ἐν τη̨̃ σοφία̨ εἰ̃πα σοφισθήσομαι
24 καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμου̃ μακρὰν ὑπὲρ ὃ ἠ̃ν καὶ βαθὺ βάθος τίς εὑρήσει αὐτό
25 ἐκύκλωσα ἐγώ καὶ ἡ καρδία μου του̃ γνω̃ναι καὶ του̃ κατασκέψασθαι καὶ ζητη̃σαι σοφίαν καὶ ψη̃φον καὶ του̃ γνω̃ναι ἀσεβου̃ς ἀφροσύνην καὶ σκληρίαν καὶ περιφοράν
26 καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ θάνατον σὺν τὴν γυναι̃κα ἥτις ἐστὶν θηρεύματα καὶ σαγη̃ναι καρδία αὐτη̃ς δεσμοὶ χει̃ρες αὐτη̃ς ἀγαθὸς πρὸ προσώπου του̃ θεου̃ ἐξαιρεθήσεται ἀπ' αὐτη̃ς καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτη̨̃
27 ἰδὲ του̃το εὑ̃ρον εἰ̃πεν ὁ 'Εκκλησιαστής μία τη̨̃ μια̨̃ του̃ εὑρει̃ν λογισμόν
28 ὃν ἔτι ἐζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὑ̃ρον ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὑ̃ρον καὶ γυναι̃κα ἐν πα̃σι τούτοις οὐχ εὑ̃ρον
29 πλὴν ἰδὲ του̃το εὑ̃ρον ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθη̃ καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).