Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 8

τίς οἰ̃δεν σοφούς καὶ τίς οἰ̃δεν λύσιν ῥήματος σοφία ἀνθρώπου φωτιει̃ πρόσωπον αὐτου̃ καὶ ἀναιδὴς προσώπω̨ αὐτου̃ μισηθήσεται
στόμα βασιλέως φύλαξον καὶ περὶ λόγου ὅρκου θεου̃ μὴ σπουδάση̨ς
ἀπὸ προσώπου αὐτου̃ πορεύση̨ μὴ στη̨̃ς ἐν λόγω̨ πονηρω̨̃ ὅτι πα̃ν ὃ ἐὰν θελήση̨ ποιήσει
καθὼς λαλει̃ βασιλεὺς ἐξουσιάζων καὶ τίς ἐρει̃ αὐτω̨̃ τί ποιήσεις
ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥη̃μα πονηρόν καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοφου̃
ὅτι παντὶ πράγματι ἔστιν καιρὸς καὶ κρίσις ὅτι γνω̃σις του̃ ἀνθρώπου πολλὴ ἐπ' αὐτόν
ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον ὅτι καθὼς ἔσται τίς ἀναγγελει̃ αὐτω̨̃
οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι του̃ κωλυ̃σαι σὺν τὸ πνευ̃μα καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρα̨ του̃ θανάτου καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν τω̨̃ πολέμω̨ καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ' αὐτη̃ς
καὶ σὺν πα̃ν του̃το εἰ̃δον καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πα̃ν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπω̨ του̃ κακω̃σαι αὐτόν
10 καὶ τότε εἰ̃δον ἀσεβει̃ς εἰς τάφους εἰσαχθέντας καὶ ἐκ τόπου ἁγίου ἐπορεύθησαν καὶ ἐπη̨νέθησαν ἐν τη̨̃ πόλει ὅτι οὕτως ἐποίησαν καί γε του̃το ματαιότης
11 ὅτι οὐκ ἔστιν γινομένη ἀντίρρησις ἀπὸ τω̃ν ποιούντων τὸ πονηρὸν ταχύ διὰ του̃το ἐπληροφορήθη καρδία υἱω̃ν του̃ ἀνθρώπου ἐν αὐτοι̃ς του̃ ποιη̃σαι τὸ πονηρόν
12 ὃς ἥμαρτεν ἐποίησεν τὸ πονηρὸν ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτω̨̃ ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοι̃ς φοβουμένοις τὸν θεόν ὅπως φοβω̃νται ἀπὸ προσώπου αὐτου̃
13 καὶ ἀγαθὸν οὐκ ἔσται τω̨̃ ἀσεβει̃ καὶ οὐ μακρυνει̃ ἡμέρας ἐν σκια̨̃ ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου του̃ θεου̃
14 ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τη̃ς γη̃ς ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τω̃ν ἀσεβω̃ν καὶ εἰσὶν ἀσεβει̃ς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τω̃ν δικαίων εἰ̃πα ὅτι καί γε του̃το ματαιότης
15 καὶ ἐπή̨νεσα ἐγὼ σὺν τὴν εὐφροσύνην ὅτι οὐκ ἔστιν ἀγαθὸν τω̨̃ ἀνθρώπω̨ ὑπὸ τὸν ἥλιον ὅτι εἰ μὴ του̃ φαγει̃ν καὶ του̃ πιει̃ν καὶ του̃ εὐφρανθη̃ναι καὶ αὐτὸ συμπροσέσται αὐτω̨̃ ἐν μόχθω̨ αὐτου̃ ἡμέρας ζωη̃ς αὐτου̃ ὅσας ἔδωκεν αὐτω̨̃ ὁ θεὸς ὑπὸ τὸν ἥλιον
16 ἐν οἱ̃ς ἔδωκα τὴν καρδίαν μου του̃ γνω̃ναι σοφίαν καὶ του̃ ἰδει̃ν τὸν περισπασμὸν τὸν πεποιημένον ἐπὶ τη̃ς γη̃ς ὅτι καί γε ἐν ἡμέρα̨ καὶ ἐν νυκτὶ ὕπνον ἐν ὀφθαλμοι̃ς αὐτου̃ οὐκ ἔστιν βλέπων
17 καὶ εἰ̃δον σὺν πάντα τὰ ποιήματα του̃ θεου̃ ὅτι οὐ δυνήσεται ἄνθρωπος του̃ εὑρει̃ν σὺν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον ὅσα ἂν μοχθήση̨ ὁ ἄνθρωπος του̃ ζητη̃σαι καὶ οὐχ εὑρήσει καί γε ὅσα ἂν εἴπη̨ ὁ σοφὸς του̃ γνω̃ναι οὐ δυνήσεται του̃ εὑρει̃ν
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).