Bible-Centre
Toute la Bible
Septuagint (gr)
Partager

ΕΚΚΛΗΣΙΑΣΤΗΣ, κεφαλίς 9

ὅτι σὺν πα̃ν του̃το ἔδωκα εἰς καρδίαν μου καὶ καρδία μου σὺν πα̃ν εἰ̃δεν του̃το ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ ἐργασίαι αὐτω̃ν ἐν χειρὶ του̃ θεου̃ καί γε ἀγάπην καί γε μι̃σος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος τὰ πάντα πρὸ προσώπου αὐτω̃ν
ματαιότης ἐν τοι̃ς πα̃σιν συνάντημα ἓν τω̨̃ δικαίω̨ καὶ τω̨̃ ἀσεβει̃ τω̨̃ ἀγαθω̨̃ καὶ τω̨̃ κακω̨̃ καὶ τω̨̃ καθαρω̨̃ καὶ τω̨̃ ἀκαθάρτω̨ καὶ τω̨̃ θυσιάζοντι καὶ τω̨̃ μὴ θυσιάζοντι ὡς ὁ ἀγαθός ὡ̃ς ὁ ἁμαρτάνων ὡ̃ς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος
του̃το πονηρὸν ἐν παντὶ πεποιημένω̨ ὑπὸ τὸν ἥλιον ὅτι συνάντημα ἓν τοι̃ς πα̃σιν καί γε καρδία υἱω̃ν του̃ ἀνθρώπου ἐπληρώθη πονηρου̃ καὶ περιφέρεια ἐν καρδία̨ αὐτω̃ν ἐν ζωη̨̃ αὐτω̃ν καὶ ὀπίσω αὐτω̃ν πρὸς τοὺς νεκρούς
ὅτι τίς ὃς κοινωνει̃ πρὸς πάντας τοὺς ζω̃ντας ἔστιν ἐλπίς ὅτι ὁ κύων ὁ ζω̃ν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν
ὅτι οἱ ζω̃ντες γνώσονται ὅτι ἀποθανου̃νται καὶ οἱ νεκροὶ οὔκ εἰσιν γινώσκοντες οὐδέν καὶ οὐκ ἔστιν αὐτοι̃ς ἔτι μισθός ὅτι ἐπελήσθη ἡ μνήμη αὐτω̃ν
καί γε ἀγάπη αὐτω̃ν καί γε μι̃σος αὐτω̃ν καί γε ζη̃λος αὐτω̃ν ἤδη ἀπώλετο καὶ μερὶς οὐκ ἔστιν αὐτοι̃ς ἔτι εἰς αἰω̃να ἐν παντὶ τω̨̃ πεποιημένω̨ ὑπὸ τὸν ἥλιον
δευ̃ρο φάγε ἐν εὐφροσύνη̨ ἄρτον σου καὶ πίε ἐν καρδία̨ ἀγαθη̨̃ οἰ̃νόν σου ὅτι ἤδη εὐδόκησεν ὁ θεὸς τὰ ποιήματά σου
ἐν παντὶ καιρω̨̃ ἔστωσαν ἱμάτιά σου λευκά καὶ ἔλαιον ἐπὶ κεφαλήν σου μὴ ὑστερησάτω
ἰδὲ ζωὴν μετὰ γυναικός ἡ̃ς ἠγάπησας πάσας ἡμέρας ζωη̃ς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον πάσας ἡμέρας ματαιότητός σου ὅτι αὐτὸ μερίς σου ἐν τη̨̃ ζωη̨̃ σου καὶ ἐν τω̨̃ μόχθω̨ σου ὡ̨̃ σὺ μοχθει̃ς ὑπὸ τὸν ἥλιον
10 πάντα ὅσα ἂν εὕρη̨ ἡ χείρ σου του̃ ποιη̃σαι ὡς ἡ δύναμίς σου ποίησον ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνω̃σις καὶ σοφία ἐν ἅ̨δη̨ ὅπου σὺ πορεύη̨ ἐκει̃
11 ἐπέστρεψα καὶ εἰ̃δον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοι̃ς κούφοις ὁ δρόμος καὶ οὐ τοι̃ς δυνατοι̃ς ὁ πόλεμος καί γε οὐ τοι̃ς σοφοι̃ς ἄρτος καί γε οὐ τοι̃ς συνετοι̃ς πλου̃τος καί γε οὐ τοι̃ς γινώσκουσιν χάρις ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοι̃ς πα̃σιν αὐτοι̃ς
12 ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτου̃ ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρω̨ κακω̨̃ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ του̃ ἀνθρώπου εἰς καιρὸν πονηρόν ὅταν ἐπιπέση̨ ἐπ' αὐτοὺς ἄφνω
13 καί γε του̃το εἰ̃δον σοφίαν ὑπὸ τὸν ἥλιον καὶ μεγάλη ἐστὶν πρός με
14 πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτη̨̃ ὀλίγοι καὶ ἔλθη̨ ἐπ' αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώση̨ αὐτὴν καὶ οἰκοδομήση̨ ἐπ' αὐτὴν χάρακας μεγάλους
15 καὶ εὕρη̨ ἐν αὐτη̨̃ ἄνδρα πένητα σοφόν καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν του̃ ἀνδρὸς του̃ πένητος ἐκείνου
16 καὶ εἰ̃πα ἐγώ ἀγαθὴ σοφία ὑπὲρ δύναμιν καὶ σοφία του̃ πένητος ἐξουδενωμένη καὶ λόγοι αὐτου̃ οὔκ εἰσιν ἀκουόμενοι
17 λόγοι σοφω̃ν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις
18 ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου καὶ ἁμαρτάνων εἱ̃ς ἀπολέσει ἀγαθωσύνην πολλήν
Pour que les textes en grec s'affichent correctement, il est preferable d'installer la police Lucida Sans Unicode.De même pour les textes en slavon ancien,installer la police Hirmos. Si votre navigateur supporte la technologie CSS3, les polices s'afficheront automatiquement.

Suite à l’inscription, vous pouvez vous abonner à un acheminement de textes de n’importe quel plan de lecture de la Bible.

Nous avons à l’idée de mettre en œuvre, progressivement, des possibilités de paramétrage personnalisé ainsi que d’autres services pour des utilisateurs déjà inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant (gratuitement, bien sûr).